xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Σιγγίλιον Πατριαρχικὸν καὶ Συνοδικὸν κατὰ τὸ 1756. Αἰώνιος ἀναθεματισμὸς παρὰ τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας τοῖς δεχομένοις τὰ Παπικὰ μυστήρια καὶ λοιπὰ παρ’ αὐτῶν καινοτομιθέντα.


Σιγγίλιον Πατριαρχικὸν καὶ Συνοδικὸν κατὰ τὸ 1756.

Αἰώνιος ἀναθεματισμὸς παρὰ τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας τοῖς δεχομένοις

τὰ Παπικὰ μυστήρια καὶ λοιπὰ παρ’ αὐτῶν καινοτομιθέντα.

  ΚΥΡΙΛΛΟΣ.
Ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ρώμης καὶ Οἰκουμενικός Πατριάρχης.

Ἐντιμώτατοι Κληρικοὶ τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας καὶ λοιποὶ εὐλαβέστατοι καὶ ὁσιώτατοι Ἱερομόναχοι, οἱ ψάλλοντες ἐν ταῖς Ἐκκλησίαις χάρις ἡμῖν καὶ εἰρήνη παρὰ Θεοῦ. Ἡμεῖς ὅμως ὄπου ὁ Ἅγιος Θεὸς μᾶς ἠξίωσε νὰ εὑρισκώμεθα ἐνώπιον εἰς τοῦτον τὸν Ἀποστολικὸν καὶ Πατριαρχικὸν θρόνον κανονικῶς καὶ Ἀποστολικῶς εἰς τὸ νὰ φυλάτωμεν μετὰ θερμῆς Πίστεως καὶ εὐλαβείας τὴν Ὀρθόδοξον καὶ Ἁγιωτάτην Πίστιν, τὴν ὁποίαν παρελάβαμεν ἀπὸ τοῦς Ἁγίους Ἀποστόλους καὶ τὰς ἑπτὰ Ἁγ. Οικ. Συνόδους ὁμοίως καὶ τὰ ἑπτὰ Θεοπαράδοτα Δόγματα καὶ Μυστήρια τῆς Ἁγίας Μητρὸς ἡμῶν Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας καὶ αὐτὰ νὰ κρατῶμεν καθαρὰ καὶ ἀμόλυντα καθὼς ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ τοὺς Ἁγίους Ἀποστόλους τὰ παρέλαβεν ἡ Ἐκκλησία τοῦ Θεοῦ καὶ ἀπαρασάλευτα χωρὶς νὰ προσθέσῃ ἤ νὰ ἀφαιρέσῃ καὶ ἕνα ἰῶτα μέχρι τῆς σήμερον ἕως τῆς συντελείας τοῦ αἰῶνος ὡς ἄμωμος νύμφη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Καὶ τοῦτον λοιπὸν τὸν κίνδυνον ἀποφασίσαμεν νὰ τὸν δεχθῶμεν πειθαρχοῦντες Θεῷ μᾶλλον ἤ ἀνθρώποις. Πρῶτον μὲν διὰ νὰ φυλάξωμεν τοὺς Ἀποστολικοὺς καὶ Συνοδικοὺς Κανόνας ἀπαρασαλεύτους καὶ ἀμτατρέπτους καθὼς τοὺς παρελάβαμεν, δεύτερον δὲ διὰ νὰ ἀναιρέσωμεν καὶ νὰ ἐξαλήψωμεν παντελῶς. Ἀναλαμβάνοντες τὴν Πανοπλίαν τοῦ Ἁγίου Πνεύματος μὲ φοβερὰς ἀρὰς καὶ αἰώνιον Ἀνάθεμα ἐναντίον εἰς ἐκείνους ὅπου ἤθελον τολμήσει νὰ συγκατανεύσουν νὰ δεχθοῦν, ἐν ὅσῳ ζῶμεν ἤ μετὰ θάνατόν μας καὶ μέχρι συντελείας πᾶσαν πρόσθεσιν ἤ ἀφαίρεσιν. Ὅθεν τῇ δυνάμει καὶ Χάριτι τοῦ Παναγίου καὶ Τελεταρχικοῦ Πνεύματος ἔχομεν πάντα ἀπόβλητον καὶ ἀποτρόπαιον καὶ μυσαρὸν καὶ βδελυκτὸν καὶ βλάσφημόν τε καὶ ἄκυρον, τόδε  διαληφθὲν παράνομον καὶ αἱρετικὸν γράμμα, ἀκολουθοῦντες τόσον εἰς τὸν Οὐρανοβάμωνα Παῦλον ὅπου λέγει.
«Εἴ τις Εὐαγγελίζεται ὑμῖν παρ’ ὅ παρελάβεται καὶ παρ’ ὅ εὐαγγελησάμην ὑμῖν κἄν ἄγγελος ἐξ οὐρανοῦ κἄν αὐτοὶ ὑμεῖς Ἀνάθεμα ἔστω»· ὅσον καὶ εἰς τοὺς Συνοδικοὺς Κανόνας ὅπου λέγουν ὅποιος ἤθελε προσθέσει ἤ ἀφαιρέσει ἕνα μόνον ἰῶτα ἑπτὰ ἔστω εἰς αὐτὸν Ἀνάθεμα. Καὶ οὕτως ἀποφαινόμενοι μετὰ τοῦ περὶ ἡμᾶς Ἱεροῦ Κλήρου καὶ τοῦ Χριστιανικοῦ πληρώματος Ἀναθεματίζομεν τρὶς τοῦ Ἱεροῦ Καταλόγου εἴτε Λαϊκοὶ ἀποσχισμένοι εἴησαν ἀπὸ Θεοῦ Κυρίου Παντοκράτορος καὶ κατηραμένοι καὶ ἀσυγχώρητοι καὶ μετὰ θάνατον ἄλυτοι τυμπανιαῖοι αἱ πέτραι καὶ ὁ σίδηρος λιθήσονται αὐτοὶ δὲ οὐδαμῶς, κληρονομήσωσιν τὴν λέπραν τοῦ Γιεζῆ καὶ τὴν ἀγχόνην τοῦ Ἰούδα· στένοντες εἴησαν καὶ τρέμοντες ἐπὶ τῆς γῆς ὡς ὁ Κάϊν· ἡ ὀργὴ τοῦ Θεοῦ εἴη ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἡ μερὶς αὐτῶν μετὰ τοῦ Ἰούδα καὶ τῶν Θεομάχων Ἰουδαίων· σχισθῆσα ἡ γῆ καταπίοι αὐτούς, ὡς τὸν Δαθὰν ποτὲ καὶ Ἀβηρῶν. Ἄγγελος Κυρίου καταδιωξάτω αὐτοὺς ἐν μαχαίρᾳ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν καὶ πάσαις ταῖς Πατριαρχικαῖς καὶ Συνοδικαῖς Ἀραῖς ὑπεύθυνοι καὶ τῷ αἰωνίῳ ἀναθέματι ὑπόδικοι καὶ ἔνοχοι τοῦ πυρὸς τῆς γεένης. Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου