xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

Ἰωσὴφ Βρυέννιος – Λόγος εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα.

Ἰωσὴφ Βρυέννιος – Λόγος εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα.
ΛΟΓΟΣ εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα
 συνερανισθεὶς ἐκ διαφόρων πρὸς Αὐτὴν λόγων τοῦ ὁσίου πατρὸς ἡμῶν σοφωτάτου
Ἰωσὴφ τοῦ Βρυεννίου*
 Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα· Θεὸς τὸ γλυκύτατον καὶ ἥδυστον ὑπὲρ πᾶν πρᾶγμα, πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα τοῖς σῳζομένοις χριστιανοῖς· Θεοῦ πνοὴ ἡ ψυχή μου· Θεοῦ πλάσμα τὸ σῶμά μου· Θεοῦ εἰμι ὅλος εἰκών· Θεοῦ θείᾳ χάριτι γένος· θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ ἀναπνεῖν, θεόθεν τὸ φθέγγεσθαι. Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμά μου παρατίθημι· Θεῷ τὰς εὐχάς μου συνεχῶς προσάγω· Θεῷ καὶ ζῶ, καὶ δουλεύω, καὶ πάρειμι· Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα, παρόχον καὶ συλλήπτορα, καὶ τελεστὴν τῶν καλῶν εὐμοιρῶ· Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω, πλουτῶ· Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι· καὶ πῶς λοιπὸν ἄλλοθεν ἄρξομαι τοῦ νῦν λόγου, ἀλλ᾿ ἢ ἐκ Θεοῦ;

 Θεὸν δὲ ὅταν εἴπω, λέγω Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμά, τὴν ὑπέρθεον καὶ ἀνωτάτην Τριάδα. Πατήρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμα, μία Θεότης τρία ἰδιώματα· μία οὐσία, τρεῖς ὑποστάσεις· μία φύσις, τρία πρόσωπα· μία μορφή, τρεῖς χαρακτῆρες· ἓν εἶδος, τρία ἄτομα.
 Αὕτη τῶν ὑποστάσεων ἡ τριάς, οὐκ ἔστιν οὔτε ἐν χρόνῳ, οὔτε ἐν τόπῳ, οὔτε ἐν ποσῷ, ἀλλ᾿ ὑπὲρ ταῦτα· ἀσώματος, ἄχρονος, ἄποσος, ἀπερίληπτος. Θεὸς ἐστὶν οὐσία ὑπερούσιος, ὅρῳ μὴ ὑποπίπτουσα. Θεός ἐστι δυσνόητον ζήτημα, παγκραιοτάτη χείρ, ἀπαραλόγιστος δύναμις. Θεός ἐστιν αὐτογένεθλον ἀγαθόν, περιληπτικὴ τῶν ὅλων ἐξουσία, προνοητικὴ τῶν ἁπάντων μεγαλειότης. Θεός ἐστι τὸ αὐτάγαθον ἀγαθόν, τῶν ἀγαθῶν ἡ πηγή, τῶν καλῶν ἡ ἀνωτάτη αἰτία, ἡ ἀγάπη, ὁ ὑπέρθεος ἔρως, τῶν ἐφετῶν τὸ ἀκρότατον. Θεός ἐστι φῶς ἀληθινόν, ὃ φωτίζει, καὶ οὐ φωτίζεται, ἐράσμιον, ἀπρόσιτόν τε καὶ ἀδιάδοχον, αὐτὸ ἑαυτοῦ περιληπτικόν τε καὶ θεωρητικόν. Θεός ἐστιν ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· τὸ α, καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Θεός ἐστι Κύριος Θεός, καὶ τοῦτό ἐστιν αὐτοῦ ὄνομα, καθὼς ποὺ αὐτὸς ἑαυτὸν διὰ τοῦ προφήτου ὁρίζεται λέγων· «ἐγὼ εἰμι Κύριος ὁ Θεός, τοῦτό μου ἐστιν ὄνομα», τὸ ὑπὲρ πᾶν ὄνομα.
 Θεός ἐστι τὸ αὐτοκαλόν, πρὸς ὃ πάντα ἀποβλέπει (πρὸς τὸν Ὁποῖον τὰ πάντα ἀποτείνονται), οὖ πάντα ἐφίεται (τὸ ὁποῖον τὰ πάντα ἐπιθυμοῦν), ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα· ἡ ἀένναος βρύσις, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός, τοῦ ἐλέους ὁ κρατήρ, τῶν οἰκτιρμῶν ἡ ἄβυσσος, τὸ τῆς φιλανθρωπίας ἀνεξάντλητον πέλαγος. Θεὸς τί μέν ἐστιν οὐκ ἴσμεν (δὲν γνωρίζομεν), τί δὲ οὔκ ἐστιν, ἴσμεν· ἴσμεν γὰρ ὅτι οὔτε σῶμα, οὔτε πνεῦμα ληπτόν, οὔτε χρῶμα, οὔτε σχῆμα, οὔτε τι τῶν ὄντων, οὔτε τι τῶν μὴ ὄντων ἐστί· τί δὲ τὴν φύσιν, ἢ τὴν οὐσίαν ἐστὶν οὐκ ἴσμεν. Θεὸς ὅτι μέν ἐστι, πειστέον, τί δὲ τὴν οὐσίαν οὐκ ἐρευνητέον (Ὅτι μὲν ὑπάρχει Θεὸς πρέπει νὰ πεισθῶμεν, ὡς πρὸς δὲ τὴν οὐσίαν τί εἶναι δὲν πρέπει νὰ ἐρευνῶμεν). Ὅσον γὰρ ὁ τῶν ἀνθρώπων ἀποτείνεται νοῦς, τοσοῦτον μᾶλλον τὸ τῆς γνώσεως ἄγνωστον ὁρᾶ (διότι ὅσον ὁ νοῦς τῶν ἀνθρώπων προσπαθεῖ καὶ ἐπιδιώκει τὴν γνῶσιν τοῦ Θεοῦ – τί εἶναι Θεός-, τοσοῦτον μᾶλλον συναντᾶ τὸ ἀδύνατον). Καὶ εἴτι δ᾿ ἂν μεγαλοπρεπὲς ἀγωνίζοιτο λέγειν, τῆς ἀληθείας ἔλαττόν ἐστι τὸ λαλούμενον· τίς γὰρ νοήσει τὸν ἀπερινόητον; τίς ἐκφωνήσει τὸν ἀνεκφώνητον; τίς ἑρμηνεύσει τὸν ἀνερμήνευτον; πῶς ὁ παρ᾿ αὐτοῦ ψυχωθεὶς πηλὸς καὶ τῆς ἰδίας ψυχῆς ἀγνοῶν τὴν οὐσίαν, τὸν ἐμπνεύσαντα ταύτην καταλάβοι Θεόν;
 Ὁ Θεὸς (ἀλλὰ μὴ θορυβηθῇς), καὶ ὁρίζεται, καὶ διαιρεῖται καὶ ἀόριστος πάλιν μένει καὶ ἀδιαίρετος· τὸ μὲν κατὰ τὴν οὐσίαν, τὸ δεύτερον· τὸ δὲ κατὰ τὰς ὑποστάσεις καὶ ἐνεργείας, τὸ πρότερον· ὅθεν τοῖς θεολόγοις, ποτὲ μὲν ἐκεῖνο, ποτὲ δὲ τοῦτο κηρύττεται, λεγόντων ἀμερὲς τὸ θεῖον, ὅτι καὶ ἄποσον. Ἄπόσον δέ, ὅτι καὶ ἄποιον· ἄποιον δέ, ὅτι καὶ ἁπλοῦν· ἁπλοῦν δέ, ὅτι καὶ ἀδιάστατον· ἀδιάστατον δέ, ὅτι καὶ ἄπειρον· ἄπειρον δέ, ὅτι καὶ ἀκίνητον· ἀκίνητον δέ, ὅτι καὶ ἄναρχον· ἄναρχον δέ, ὅτι καὶ ἀγέννητον· ἀγέννητον δέ, ὅτι ἓν καὶ μονώτατον· ἓν δὲ καὶ μονώτατον, ὅτι κατ᾿ οὐσίαν παντελῶς ἄσχετον, καὶ διὰ τοῦτο παντάπασιν ἄῤῥητόν τε καὶ ἄγνωστον, καὶ μόνον ἀληθῆ γνῶσιν ἔχον, τὸ μὴ γινώσκεσθαι· ἀληθέστερον γὰρ ἐννοεῖται, ἢ λέγεται· καὶ ἀληθέστερόν ἐστιν, ἢ νοεῖται.
 Κατὰ τί οὖν γνωρίζεται ὁ Θεός, καὶ διατί τὸ θεῖόν ἐστιν ἄληπτον, οἵ τε θεολόγοι διδάσκουσι, καὶ ἡμεῖς ὑπομνήσομεν. Αἱ μὲν γὰρ ἐνέργειαι τοῦ Θεοῦ, λέγουσι, ποικίλαι, ἡ δὲ οὐσία ἁπλή· ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα (δὲν ὑποσχόμεθα)· αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος· καὶ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον ἀπρόσιτον τῇ φύσει, χωρητὸν δὲ δι᾿ ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ μεθεκτὸν τοῖς ἀξίοις· οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν.
 Ἡμεῖς οὖν οἱ ἄνθρωποι, εἰ ἆρα περὶ Θεοῦ βουλόμεθά τι ἀκούειν, πᾶσαν ἀφίωμεν κάτω τὴν γῆν, …ὑπερβῶμεν τουτονὶ τὸν ἀέρα, διαβῶμεν τὸν αἰθέρα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν τοῖς λογισμοῖς ἐπαρθέντες, αὐτὸ καθ᾿ αὐτὸ ἐννοήσωμεν τὸ θεῖον ἑστώς, ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθές, ἁπλοῦν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητήν, κάλλος ἀμήχανον. Ὅτι ὁ τοῦ εὐσεβοῦς νοῦς, εἰ καθάροιτο (εἰ ἤθελε καθαρισθεῖ), θρόνος ἐστὶ τοῦ Θεοῦ· καὶ τὸ στόμα αὐτοῦ τράπεζα τοῦ Χριστοῦ· καὶ ἡ καρδία αὐτοῦ ναὸς τοῦ ἁγίου Πνεύματος· οἱ ἀγαθοὶ δὲ λογισμοὶ οἱ δορυφόροι, αἱ δὲ προσφοραὶ αὐτοῦ ἡ ἀνάγνωσις, ἡ ψαλμωδία, καὶ ἡ εὐχή· ἡ δὲ ψυχὴ ὁ νεωκόρος, καὶ τὸ σῶμα δοῦλος, τὰ αἰσθητήρια αἱ θυρίδες τοῦ ναοῦ, ἡ δὲ διάνοια πύλη, ἡ δὲ συνείδησις ὁ θυρωρός. Ἐὰν οὖν ὁ Χριστιανὸς ἐν τῷ καιρῷ τῆς αὐτοῦ ἐργασίας καθ᾿ ὃν δεῖ ἑτοιμασθῆναι πρὸς ἔξοδον, ἐάσῃ τὸν νοῦν αὐτοῦ ἔξω ῥέμβεσθαι, καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ τὰ μὴ δέοντα, καὶ ἐν τῷ ναῷ τοῦ Θεοῦ τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἀποδέξηται, καὶ οἱ δορυφόροι εἰσιόντας αὐτοὺς οὐ κωλύωσι, καὶ κακῶς αἱ προσφοραὶ διαμερισθῶσι, καὶ τὰς θύρας καὶ θυρίδας τοῦ ναοῦ ἀνοίξας ὁ θυρωρός, ἑρπετὰ καὶ θηρία εἰσδέξηται, καὶ ὁ νεωκόρος νυστάξῃ, καὶ ὁ δοῦλος καθεύδῃ, καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ εἰσέρχωνται καὶ ἐξέρχωνται ἀκωλύτως μετὰ θορύβου καὶ ταραχῆς, καὶ ποιήσωσι τὸν οἶκον τοῦ Θεοῦ ὀζοθήκην, πῶς ὁ τοιοῦτος οὐ κολασθήσεται καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι;
 Χρὴ οὖν παντὶ τῷ σωθῆναι σπουδάζοντι, πᾶσαν ἡμέραν καὶ ὥραν ἐγκύπτειν εἰς τὴν ἑαυτοῦ ψυχήν, καὶ ἐρευνᾶν, καὶ ἀνακρίνειν, καὶ μαστιγοῦν, καὶ ἐξολοθρεύειν ἐκ τοῦ θείου ναοῦ τοὺς αἰσχροὺς καὶ φαύλους λογισμούς, οἵτινές εἰσιν ἐχθροί, καθὰ δὴ καὶ ψάλλομεν ὁσημέραι· «εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν». Καθότι ψυχὴ καθαρὰ μετὰ Θεόν, Θεός, καὶ ψυχῆς καθαρᾶς οἰκειότερον ὁ Θεὸς ἐπὶ τῆς γῆς οὐκ ἔχει.
 Οὐκοῦν διεγερθῶμεν πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν· λυπηθῶμεν ἐπὶ τῇ ματαιότητι τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος ὁ τῆς ἀνταποδόσεως· οὖτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως· νῦν βοηθὸς τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς γίνεται, τότε, φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πράξεων καὶ ῥημάτων καὶ νοημάτων ἐξεταστής. Ὅτι ὅσον ἡ ψυχὴ τιμιωτέρα τυγχάνει τοῦ σώματος, τοσοῦτον ὁ λογικὸς ἄνθρωπος κρείττων τοῦ παντὸς κόσμου ἐστί· μὴ οὖν τὰ μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, τιμιώτερά σου ταῦτα εἶναι νόμιζε· ἀλλὰ πρὸς τὴν δοθεῖσαν σοὶ χάριν ἀποβλέψας, καὶ τῆς νοερᾶς καὶ λογικῆς ψυχῆς τὴν ἀξίαν, ἀνυμνεῖ τὸν ὑπὲρ τὰ ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν. Καὶ γὰρ ἡ Ἀσία, ἡ Λιβύη, ἡ Εὐρώπη, γωνίαι τοῦ κόσμου. Ὠκεανός, Ἐρυθρά, Καύκασος, Αἷμος καὶ Ἄλπεις, Λίβανος, Ὄλυμπος, βωλάρια τοῦ κόσμου. Πᾶν τὸ διάστημα τοῦ προσκαίρου αἰῶνος, στιγμὴ τοῦ παντός, καὶ ἀπείρου αἰῶνος· πάντα μικρὰ καὶ εὔτρεπτα· ἓν δὲ μετὰ Θεὸν καὶ τοὺς Ἀγγέλους, ὄντως μέγα καὶ μένον, ψυχή· καὶ διὰ τοῦτο γέγονε καὶ συνέστη ὁ ἄνθρωπος, πρὸς τὸ θεωρῆσαι τὸν λόγον τῆς τοῦ ὅλου φύσεως καὶ ἑαυτὸν γνῶναι, καὶ ἐπιγνῶναι Θεόν· καὶ χρὴ τὸν θέλοντα ζῆν ὡς ἄνθρωπον, ἔχειν εἰ μή τι ἀλλο, αἴσθησιν ἑαυτοῦ. Ὅθεν τοῖς παλαιοῖς ἐκεῖνο πεφιλοσόφηται, «εἰ βούλει γνῶναι Θεόν, προλαβὼν γνῶθι σαυτόν»· ὅτι δεινὸν ἄγνοια Θεοῦ, καὶ πέρα δεινῶν· αὐτόχρημα σκότος οὗσα ψηλαφητόν, καὶ τὰς ψυχὰς ἐν αἷς ἂν ἐγγένηται ζοφερὰς ἀποτελοῦσα, εἰς πολλά τε τὸ λογιζόμενον διαιροῦσα, καὶ ἀπὸ τῆς πρὸς Θεὸν ἑνώσεως αὐτὰς ἀποτέμνουσα· καὶ ᾧ μὲν δέδοται γνῶσις Θεοῦ, δέδοται φῶς νοερόν· ὃς δὲ λαβὼν ἀτιμάζει, ὄψεται σκότος αἰώνιον. Οὐκοῦν ἡ κατὰ Θεὸν γνῶσις βασιλίς ἐστι πασῶν τῶν ἐπιθυμιῶν· καὶ τῇ καρδίᾳ τῇ δεχομένῃ αὐτήν, πᾶσα γλυκύτης ἡ ἐν τῇ γῇ ἔστιν αὕτη περιττή.
 Ἀλλ᾿ ὅμως οὑτωσεὶ τὸν λόγον καταπαύσομαι. Ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὸ εἶναι λαβόντες, καὶ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι ζῶντες (τοῦ γὰρ καὶ γένος ἐσμέν, ὅ φησι Παῦλος παρὰ τῶν ἔξω λαβών· καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμὲν) κατὰ τὸ ἓν αὐτοῦ θέλημα λοιπὸν ὀφείλομεν ἅπαντες πολιτεύεσθαι· τούτου γὰρ χάριν παρήχθημεν εἰς τὸν κόσμον, καὶ πρὸς τῆς τ
ῶν πάντων προνοίας τηρούμεθα, ἵνα τοῦτον ἐνταῦθα γνωρίσαντες, αὐτὸς ὁ εἷς καὶ μόνος Θεός, ἡ Τριάς, καὶ ἀπελθοῦσιν ἐντεῦθεν μερὶς ἡμῶν γένηται, κατὰ τὴν ἀναλογίαν ἑκάστου τῆς πίστεως, καὶ κατὰ τὸ μέτρον τῆς ἐργασίας τῶν αὐτοῦ ἐντολῶν· καὶ αὕτη ἐστιν ἡ ἀληθὴς ζωή, καὶ οὐράνιος γνῶσις, ἣν ἐν τοῖς Εὐαγγελίοις ἐδήλωσεν ὁ Χριστός, εἰπὼν τῷ οἰκείῳ Πατρὶ «αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· γνῶσιν λέγων ἐνταῦθα τὴν ὀρθόδοξον πίστιν, τὴν τοῦ Θεοῦ εἰς ἀνθρώπους ἐνοίκησιν, καὶ τὴν ἄῤῥητον ἔλλαμψιν, ἧς ἐν μεθέξει οἱ ταύτης ἄξιοι γίνονται.
 Ἧς ἀξιωθείημεν ἅπαντες οἱ ὀρθοδόξως πιστεύοντες καὶ εὐσεβῶς λατρεύοντες τὴν μίαν τρισυπόστατον Θεότητα, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα. Ἀμήν.
 * Ἰωσήφ ὁ Βρυέννιος, 14-15ος αἰών. Βαθὺς θεολόγος καὶ δεινὸς ῥήτωρ, μέγας Διδάσκαλος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀγωνισθεὶς σθεναρῶς κατὰ τῆς Ἑνώσεως μετὰ τῶν Λατίνων, χρηματίσας δὲ διδάσκαλος καὶ καθοδηγητὴς τοῦ μεγάλου προμάχου τῆς Ὀρθοδοξίας Μάρκου τοῦ Εὐγενικοῦ.
Πηγή : users.uoa.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου